κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων· δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη. ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι τέρπεσθον· τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει· καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.