<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="537">ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων</l><l n="538">ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.</l><l n="539"><milestone ed="P" unit="para"/>ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,</l><l n="540">ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ</l><l n="541">δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη</l><l n="542">χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·</l><l n="543">πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ</l><l n="544">πρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο.</l></div><div type="textpart" subtype="Book" n="5"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη</l><l n="2">δῶκε μένος καὶ θάρσος, ἵνʼ ἔκδηλος μετὰ πᾶσιν</l><l n="3">Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·</l><l n="4">δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ</l><l n="5">ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα</l><l n="6">λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·</l><l n="7">τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,</l><l n="8">ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.</l><l n="9"><milestone ed="P" unit="para"/>ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων</l><l n="10">ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην</l><l n="11">Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.</l></div></div></body></text></TEI>