<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="518">χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι</l><l n="519">κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν</l><l n="520">Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει.</l><l n="521">ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς</l><l n="522">ἄχρις ἀπηλοίησεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι</l><l n="523">κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας</l><l n="524">θυμὸν ἀποπνείων· ὃ δʼ ἐπέδραμεν ὅς ῥʼ ἔβαλέν περ</l><l n="525">Πείροος, οὖτα δὲ δουρὶ παρʼ ὀμφαλόν· ἐκ δʼ ἄρα πᾶσαι</l><l n="526">χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.</l><l n="527"><milestone ed="P" unit="para"/>τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ</l><l n="528">στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός·</l><l n="529">ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος</l><l n="530">ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,</l><l n="531">τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν.</l><l n="532">τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι</l><l n="533">Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες,</l><l n="534">οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν</l><l n="535">ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.</l><l n="536">ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην,</l><l n="537">ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων</l><l n="538">ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.</l><l n="539"><milestone ed="P" unit="para"/>ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,</l><l n="540">ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ</l><l n="541">δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη</l><l n="542">χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·</l><l n="543">πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ</l><l n="544">πρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο.</l></div><div type="textpart" subtype="Book" n="5"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη</l><l n="2">δῶκε μένος καὶ θάρσος, ἵνʼ ἔκδηλος μετὰ πᾶσιν</l><l n="3">Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·</l><l n="4">δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ</l><l n="5">ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα</l><l n="6">λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·</l><l n="7">τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,</l><l n="8">ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.</l><l n="9"><milestone ed="P" unit="para"/>ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων</l><l n="10">ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην</l><l n="11">Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.</l><l n="12">τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·</l><l n="13">τὼ μὲν ἀφʼ ἵπποιιν, ὃ δʼ ἀπὸ χθονὸς ὄρνυτο πεζός.</l><l n="14">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες</l><l n="15">Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·</l><l n="16">Τυδεΐδεω δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ</l><l n="17">ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ</l><l n="18">Τυδεΐδης· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,</l><l n="19">ἀλλʼ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δʼ ἀφʼ ἵππων.</l><l n="20">Ἰδαῖος δʼ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,</l><l n="21">οὐδʼ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·</l><l n="22">οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,</l><l n="23">ἀλλʼ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,</l><l n="24">ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.</l><l n="25">ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς</l><l n="26">δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.</l><l n="27">Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος</l><l n="28">τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι,</l><l n="29">πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη</l><l n="30">χειρὸς ἑλοῦσʼ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·</l><q><l n="31">Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα</l><l n="32">οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς</l></q></div></div></body></text></TEI>