<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><q><l n="512">οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο</l><l n="513">μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.</l></q><l n="514"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς</l><l n="515">ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια</l><l n="516">ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.</l><milestone ed="p" n="517" unit="card"/><l n="517"><milestone ed="P" unit="para"/>ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·</l><l n="518">χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι</l><l n="519">κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν</l><l n="520">Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει.</l><l n="521">ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς</l><l n="522">ἄχρις ἀπηλοίησεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι</l><l n="523">κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας</l><l n="524">θυμὸν ἀποπνείων· ὃ δʼ ἐπέδραμεν ὅς ῥʼ ἔβαλέν περ</l><l n="525">Πείροος, οὖτα δὲ δουρὶ παρʼ ὀμφαλόν· ἐκ δʼ ἄρα πᾶσαι</l><l n="526">χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.</l><l n="527"><milestone ed="P" unit="para"/>τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ</l><l n="528">στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός·</l><l n="529">ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος</l><l n="530">ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,</l><l n="531">τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν.</l><l n="532">τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι</l><l n="533">Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες,</l><l n="534">οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν</l><l n="535">ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.</l><l n="536">ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην,</l><l n="537">ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων</l><l n="538">ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.</l><l n="539"><milestone ed="P" unit="para"/>ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,</l><l n="540">ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ</l><l n="541">δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη</l><l n="542">χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·</l><l n="543">πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ</l><l n="544">πρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο.</l></div><div type="textpart" subtype="Book" n="5"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη</l><l n="2">δῶκε μένος καὶ θάρσος, ἵνʼ ἔκδηλος μετὰ πᾶσιν</l><l n="3">Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·</l><l n="4">δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ</l><l n="5">ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα</l><l n="6">λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·</l><l n="7">τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,</l><l n="8">ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.</l><l n="9"><milestone ed="P" unit="para"/>ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων</l><l n="10">ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην</l><l n="11">Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.</l><l n="12">τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·</l><l n="13">τὼ μὲν ἀφʼ ἵπποιιν, ὃ δʼ ἀπὸ χθονὸς ὄρνυτο πεζός.</l><l n="14">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες</l><l n="15">Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·</l><l n="16">Τυδεΐδεω δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ</l><l n="17">ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ</l><l n="18">Τυδεΐδης· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,</l><l n="19">ἀλλʼ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δʼ ἀφʼ ἵππων.</l><l n="20">Ἰδαῖος δʼ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,</l><l n="21">οὐδʼ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·</l><l n="22">οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,</l><l n="23">ἀλλʼ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,</l><l n="24">ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.</l><l n="25">ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς</l><l n="26">δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.</l><l n="27">Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος</l><l n="28">τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι,</l><l n="29">πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη</l><l n="30">χειρὸς ἑλοῦσʼ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·</l><q><l n="31">Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα</l><l n="32">οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς</l><l n="33">μάρνασθʼ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,</l><l n="34">νῶϊ δὲ χαζώμεσθα, Διὸς δʼ ἀλεώμεθα μῆνιν;</l></q><l n="35"><milestone ed="P" unit="para"/>ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·</l><l n="36">τὸν μὲν ἔπειτα καθεῖσεν ἐπʼ ἠϊόεντι Σκαμάνδρῳ,</l><l n="37">Τρῶας δʼ ἔκλιναν Δαναοί· ἕλε δʼ ἄνδρα ἕκαστος</l><l n="38">ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="39">ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·</l><l n="40">πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν</l><l n="41">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,</l><l n="42">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><milestone ed="p" n="43" unit="card"/><l n="43"><milestone ed="P" unit="para"/>Ἰδομενεὺς δʼ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν</l><l n="44">Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.</l><l n="45">τὸν μὲν ἄρʼ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ</l><l n="46">νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·</l><l n="47">ἤριπε δʼ ἐξ ὀχέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλε.</l><l n="48"><milestone ed="P" unit="para"/>τὸν μὲν ἄρʼ Ἰδομενῆος ἐσύλευον θεράποντες·</l><l n="49">υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης</l><l n="50">Ἀτρεΐδης Μενέλαος ἕλʼ ἔγχεϊ ὀξυόεντι</l><l n="51">ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ</l><l n="52">βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·</l><l n="53">ἀλλʼ οὔ οἱ τότε γε χραῖσμʼ Ἄρτεμις ἰοχέαιρα,</l><l n="54">οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο·</l><l n="55">ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος</l><l n="56">πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ</l><l n="57">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,</l><l n="58">ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="59"><milestone ed="P" unit="para"/>Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν</l><l n="60">Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα</l><l n="61">τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·</l><l n="62">ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας</l><l n="63">ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο</l><l n="64">οἷ τʼ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.</l><l n="65">τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων</l><l n="66">βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ</l><l n="67">ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή·</l><l n="68">γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.</l><l n="69"><milestone ed="P" unit="para"/>Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν</l><l n="70">ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ</l><l n="71">ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.</l><l n="72">τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν</l><l n="73">βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·</l><l n="74">ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·</l><l n="75">ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν.</l><l n="76"><milestone ed="P" unit="para"/>Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον</l><l n="77">υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου</l><l n="78">ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ,</l><l n="79">τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,</l><l n="80">πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον</l><l n="81">φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἔξεσε χεῖρα βαρεῖαν·</l><l n="82">αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατʼ ὄσσε</l><l n="83">ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.</l><milestone ed="p" n="84" unit="card"/><l n="84"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·</l><l n="85">Τυδεΐδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη</l><l n="86">ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετʼ Ἀχαιοῖς.</l><l n="87">θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς</l><l n="88">χειμάρρῳ, ὅς τʼ ὦκα ῥέων ἐκέδασσε γεφύρας·</l><l n="89">τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,</l><l n="90">οὔτʼ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων</l><l n="91">ἐλθόντʼ ἐξαπίνης ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·</l><l n="92">πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰζηῶν·</l><l n="93">ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες</l><l n="94">Τρώων, οὐδʼ ἄρα μιν μίμνον πολέες περ ἐόντες.</l><l n="95"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς</l><l n="96">θύνοντʼ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,</l><l n="97">αἶψʼ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,</l><l n="98">καὶ βάλʼ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον</l><l n="99">θώρηκος γύαλον· διὰ δʼ ἔπτατο πικρὸς ὀϊστός,</l><l n="100">ἀντικρὺ δὲ διέσχε, παλάσσετο δʼ αἵματι θώρηξ.</l><l n="101">τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="102">ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·</l><l n="103">βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι</l><l n="104">δήθʼ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με</l><l n="105">ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.</l></q><l n="106"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν,</l><l n="107">ἀλλʼ ἀναχωρήσας πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν</l><l n="108">ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·</l><q><l n="109">ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,</l><l n="110">ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.</l></q><l n="111"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε,</l><l n="112">πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου·</l><l n="113">αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.</l><l n="114">δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="115">κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,</l><l n="116">εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης</l><l n="117">δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη·</l><l n="118">δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν</l><l n="119">ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι</l><l n="120">δηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.</l><milestone ed="p" n="121" unit="card"/></q><l n="121"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,</l><l n="122">γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·</l><l n="123">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="124">θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·</l><l n="125">ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα</l><l n="126">ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·</l><l n="127">ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,</l><l n="128">ὄφρʼ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.</l><l n="129">τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδʼ ἵκηται</l><l n="130">μή τι σύ γʼ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι</l><l n="131">τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="132">ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.</l></q><l n="133"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,</l><l n="134">Τυδεΐδης δʼ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη</l><l n="135">καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·</l><l n="136">δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα</l><l n="137">ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπʼ εἰροπόκοις ὀΐεσσι</l><l n="138">χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·</l><l n="139">τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τʼ οὐ προσαμύνει,</l><l n="140">ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δʼ ἐρῆμα φοβεῖται·</l><l n="141">αἳ μέν τʼ ἀγχιστῖναι ἐπʼ ἀλλήλῃσι κέχυνται,</l><l n="142">αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·</l><l n="143">ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.</l><l n="144"><milestone ed="P" unit="para"/>ἔνθʼ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,</l><l n="145">τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,</l><l n="146">τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον</l><l n="147">πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου.</l><l n="148">τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον</l><l n="149">υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·</l><l n="150">τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους,</l><l n="151">ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·</l><l n="152">βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε</l><l n="153">ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ,</l><l n="154">υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.</l><l n="155">ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν</l><l n="156">ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ</l><l n="157">λεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε</l><l n="158">δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.</l><milestone ed="p" n="159" unit="card"/><l n="159"><milestone ed="P" unit="para"/>ἔνθʼ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο</l><l n="160">εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.</l><l n="161">ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ</l><l n="162">πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,</l><l n="163">ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς</l><l n="164">βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεʼ ἐσύλα·</l><l n="165">ἵππους δʼ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.</l><l n="166"><milestone ed="P" unit="para"/>τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,</l><l n="167">βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων</l><l n="168">Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·</l><l n="169">εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,</l><l n="170">στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·</l><q><l n="171">Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ</l><l n="172">καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ,</l><l n="173">οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων.</l><l n="174">ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν</l><l n="175">ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε</l><l n="176">Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν·</l><l n="177">εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν</l><l n="178">ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.</l></q><l n="179"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="180">Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων</l><l n="181">Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,</l><l n="182">ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,</l><l n="183">ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν.</l><l n="184">εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς</l><l n="185">οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι</l><l n="186">ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,</l><l n="187">ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.</l><l n="188">ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον</l><l n="189">δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·</l><l n="190">καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,</l><l n="191">ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.</l><l n="192">ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην·</l><l n="193">ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι</l><l n="194">καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι</l><l n="195">πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι</l><l n="196">ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.</l><l n="197">ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων</l><l n="198">ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·</l><l n="199">ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα</l><l n="200">ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας·</l><milestone ed="p" n="201" unit="card"/><l n="201">ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν·</l><l n="202">ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς</l><l n="203">ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.</l><l n="204">ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα</l><l n="205">τόξοισιν πίσυνος· τὰ δέ μʼ οὐκ ἄρʼ ἔμελλον ὀνήσειν.</l><l n="206">ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα</l><l n="207">Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δʼ ἀμφοτέροιιν</l><l n="208">ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.</l><l n="209">τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα</l><l n="210">ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν</l><l n="211">ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.</l><l n="212">εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι</l><l n="213">πατρίδʼ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,</l><l n="214">αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς</l><l n="215">εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην</l><l n="216">χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.</l></q><l n="217"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="218">μὴ δʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως,</l><l n="219">πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν</l><l n="220">ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.</l><l n="221">ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι</l><l n="222">οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο</l><l n="223">κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·</l><l n="224">τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε</l><l n="225">Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.</l><l n="226">ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα</l><l n="227">δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·</l><l n="228">ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.</l></q><l n="229"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="230">Αἰνεία σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω·</l><l n="231">μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα</l><l n="232">οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·</l><l n="233">μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδʼ ἐθέλητον</l><l n="234">ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,</l><l n="235">νῶϊ δʼ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς</l><l n="236">αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.</l><l n="237">ἀλλὰ σύ γʼ αὐτὸς ἔλαυνε τέʼ ἅρματα καὶ τεὼ ἵππω,</l><l n="238">τὸν δὲ δʼ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.</l><milestone ed="p" n="239" unit="card"/></q><l n="239"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες</l><l n="240">ἐμμεμαῶτʼ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους.</l><l n="241">τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,</l><l n="242">αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="243">Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,</l><l n="244">ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι</l><l n="245">ἶνʼ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς</l><l n="246">Πάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι·</l><l n="247">Αἰνείας δʼ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο</l><l n="248">εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη.</l><l n="249">ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω</l><l n="250">θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.</l></q><l n="251"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·</l><q><l n="252">μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.</l><l n="253">οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι</l><l n="254">οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·</l><l n="255">ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως</l><l n="256">ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.</l><l n="257">τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι</l><l n="258">ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν.</l><l n="259">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="260">αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ</l><l n="261">ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους</l><l n="262">αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,</l><l n="263">Αἰνείαο δʼ ἐπαΐξαι μεμνημένος ἵππων,</l><l n="264">ἐκ δʼ ἐλάσαι Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.</l><l n="265">τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς</l><l n="266">δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοι</l><l n="267">ἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε,</l><l n="268">τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης</l><l n="269">λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·</l><l n="270">τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.</l><l n="271">τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ,</l><l n="272">τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.</l><l n="273">εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.</l></q><l n="274"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="275">τὼ δὲ τάχʼ ἐγγύθεν ἦλθον ἐλαύνοντʼ ὠκέας ἵππους.</l><l n="276">τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="277">καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ</l><l n="278">ἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός·</l><l n="279">νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.</l></q><milestone ed="p" n="280" unit="card"/><l n="280"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος</l><l n="281">καὶ βάλε Τυδεΐδαο κατʼ ἀσπίδα· τῆς δὲ διὰ πρὸ</l><l n="282">αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη·</l><l n="283">τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="284">βέβληαι κενεῶνα διαμπερές, οὐδέ σʼ ὀΐω</l><l n="285">δηρὸν ἔτʼ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκας.</l></q><l n="286"><milestone ed="P" unit="para"/>τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·</l><q><l n="287">ἤμβροτες οὐδʼ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γʼ ὀΐω</l><l n="288">πρίν γʼ ἀποπαύσεσθαι πρίν γʼ ἢ ἕτερόν γε πεσόντα</l><l n="289">αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.</l></q><l n="290"><milestone ed="P" unit="para"/>ὣς φάμενος προέηκε· βέλος δʼ ἴθυνεν Ἀθήνη</l><l n="291">ῥῖνα παρʼ ὀφθαλμόν, λευκοὺς δʼ ἐπέρησεν ὀδόντας.</l><l n="292">τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής,</l><l n="293">αἰχμὴ δʼ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα·</l><l n="294">ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ</l><l n="295">αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι</l><l n="296">ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.</l><l n="297"><milestone ed="P" unit="para"/>Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ</l><l n="298">δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.</l><l n="299">ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς,</l><l n="300">πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,</l><l n="301">τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι</l><l n="302">σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ</l><l n="303">Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,</l><l n="304">οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.</l><l n="305">τῷ βάλεν Αἰνείαο κατʼ ἰσχίον ἔνθά τε μηρὸς</l><l n="306">ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·</l><l n="307">θλάσσε δέ οἱ κοτύλην, πρὸς δʼ ἄμφω ῥῆξε τένοντε·</l><l n="308">ὦσε δʼ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="309">ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ</l><l n="310">γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.</l><l n="311"><milestone ed="P" unit="para"/>καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,</l><l n="312">εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="313">μήτηρ, ἥ μιν ὑπʼ Ἀγχίσῃ τέκε βουκολέοντι·</l><l n="314">ἀμφὶ δʼ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,</l><l n="315">πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν</l><l n="316">ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων</l><l n="317">χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.</l><milestone ed="p" n="318" unit="card"/><l n="318"><milestone ed="P" unit="para"/>ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·</l><l n="319">οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων</l><l n="320">τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,</l><l n="321">ἀλλʼ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους</l><l n="322">νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,</l><l n="323">Αἰνείαο δʼ ἐπαΐξας καλλίτριχας ἵππους</l><l n="324">ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.</l><l n="325">δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης</l><l n="326">τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,</l><l n="327">νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="328">ὧν ἵππων ἐπιβὰς ἔλαβʼ ἡνία σιγαλόεντα,</l><l n="329">αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους</l><l n="330">ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ</l><l n="331">γιγνώσκων ὅ τʼ ἄναλκις ἔην θεός, οὐδὲ θεάων</l><l n="332">τάων αἵ τʼ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,</l><l n="333">οὔτʼ ἄρʼ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.</l><l n="334">ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων,</l><l n="335">ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς</l><l n="336">ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ</l><l n="337">ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν</l><l n="338">ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,</l><l n="339">πρυμνὸν ὕπερ θέναρος· ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο</l><l n="340">ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·</l><l n="341">οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον,</l><l n="342">τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.</l><l n="343">ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·</l><l n="344">καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων</l><l n="345">κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων</l><l n="346">χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·</l><l n="347">τῇ δʼ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="348">εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·</l><l n="349">ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;</l><l n="350">εἰ δὲ σύ γʼ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σʼ ὀΐω</l><l n="351">ῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι.</l></q><l n="352"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, ἣ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς·</l><l n="353">τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγʼ ὁμίλου</l><l n="354">ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.</l><l n="355">εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα</l><l n="356">ἥμενον· ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω·</l><l n="357">ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο</l><l n="358">πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·</l><q><l n="359">φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,</l><l n="360">ὄφρʼ ἐς Ὄλυμπον ἵκωμαι ἵνʼ ἀθανάτων ἕδος ἐστί.</l><l n="361">λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ</l><l n="362">Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.</l><milestone ed="p" n="363" unit="card"/></q><l n="363"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῇ δʼ ἄρʼ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·</l><l n="364">ἣ δʼ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,</l><l n="365">πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,</l><l n="366">μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.</l><l n="367">αἶψα δʼ ἔπειθʼ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον·</l><l n="368">ἔνθʼ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις</l><l n="369">λύσασʼ ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ·</l><l n="370">ἣ δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτη</l><l n="371">μητρὸς ἑῆς· ἣ δʼ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,</l><l n="372">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζε·</l><q><l n="373">τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων</l><l n="374">μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;</l></q><l n="375"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη·</l><q><l n="376">οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,</l><l n="377">οὕνεκʼ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο</l><l n="378">Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.</l><l n="379">οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,</l><l n="380">ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.</l></q><l n="381"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα Διώνη, δῖα θεάων·</l><q><l n="382">τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·</l><l n="383">πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="384">ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες.</l><l n="385">τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτης</l><l n="386">παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·</l><l n="387">χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·</l><l n="388">καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,</l><l n="389">εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια</l><l n="390">Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δʼ ἐξέκλεψεν Ἄρηα</l><l n="391">ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.</l><l n="392">τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος</l><l n="393">δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι</l><l n="394">βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.</l><l n="395">τλῆ δʼ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,</l><l n="396">εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο</l><l n="397">ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·</l><l n="398">αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον</l><l n="399">κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς</l><l n="400">ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.</l><l n="401">τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων</l><l n="402">ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.</l><l n="403">σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων,</l><l n="404">ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.</l><l n="405">σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="406">νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς</l><l n="407">ὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,</l><l n="408">οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν</l><l n="409">ἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.</l></q></div></div></body></text></TEI>