<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="499">ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα</l><l n="500">ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων.</l><l n="501">τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ</l><l n="502">κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν</l><l n="503">αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,</l><l n="504">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="505">χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·</l><l n="506">Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,</l><l n="507">ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ Ἀπόλλων</l><l n="508">Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας·</l><q><l n="509">ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης</l><l n="510">Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος</l><l n="511">χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·</l><l n="512">οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο</l><l n="513">μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.</l></q><l n="514"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς</l><l n="515">ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια</l><l n="516">ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.</l><milestone ed="p" n="517" unit="card"/><l n="517"><milestone ed="P" unit="para"/>ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·</l><l n="518">χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι</l><l n="519">κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν</l><l n="520">Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει.</l><l n="521">ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς</l><l n="522">ἄχρις ἀπηλοίησεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι</l><l n="523">κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας</l><l n="524">θυμὸν ἀποπνείων· ὃ δʼ ἐπέδραμεν ὅς ῥʼ ἔβαλέν περ</l><l n="525">Πείροος, οὖτα δὲ δουρὶ παρʼ ὀμφαλόν· ἐκ δʼ ἄρα πᾶσαι</l><l n="526">χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.</l><l n="527"><milestone ed="P" unit="para"/>τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ</l><l n="528">στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός·</l><l n="529">ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος</l><l n="530">ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,</l><l n="531">τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν.</l><l n="532">τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι</l><l n="533">Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες,</l><l n="534">οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν</l><l n="535">ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.</l><l n="536">ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην,</l><l n="537">ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων</l><l n="538">ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.</l><l n="539"><milestone ed="P" unit="para"/>ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,</l><l n="540">ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ</l><l n="541">δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη</l><l n="542">χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·</l><l n="543">πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ</l><l n="544">πρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο.</l></div><div type="textpart" subtype="Book" n="5"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη</l><l n="2">δῶκε μένος καὶ θάρσος, ἵνʼ ἔκδηλος μετὰ πᾶσιν</l><l n="3">Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·</l><l n="4">δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ</l><l n="5">ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα</l><l n="6">λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·</l><l n="7">τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,</l><l n="8">ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.</l><l n="9"><milestone ed="P" unit="para"/>ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων</l><l n="10">ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην</l><l n="11">Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.</l><l n="12">τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·</l><l n="13">τὼ μὲν ἀφʼ ἵπποιιν, ὃ δʼ ἀπὸ χθονὸς ὄρνυτο πεζός.</l><l n="14">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες</l><l n="15">Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·</l><l n="16">Τυδεΐδεω δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ</l><l n="17">ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ</l><l n="18">Τυδεΐδης· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,</l><l n="19">ἀλλʼ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δʼ ἀφʼ ἵππων.</l><l n="20">Ἰδαῖος δʼ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,</l><l n="21">οὐδʼ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·</l><l n="22">οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,</l><l n="23">ἀλλʼ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,</l><l n="24">ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.</l><l n="25">ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς</l><l n="26">δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.</l><l n="27">Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος</l><l n="28">τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι,</l><l n="29">πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη</l><l n="30">χειρὸς ἑλοῦσʼ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·</l><q><l n="31">Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα</l><l n="32">οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς</l><l n="33">μάρνασθʼ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,</l><l n="34">νῶϊ δὲ χαζώμεσθα, Διὸς δʼ ἀλεώμεθα μῆνιν;</l></q><l n="35"><milestone ed="P" unit="para"/>ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·</l><l n="36">τὸν μὲν ἔπειτα καθεῖσεν ἐπʼ ἠϊόεντι Σκαμάνδρῳ,</l><l n="37">Τρῶας δʼ ἔκλιναν Δαναοί· ἕλε δʼ ἄνδρα ἕκαστος</l><l n="38">ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="39">ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·</l><l n="40">πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν</l><l n="41">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,</l><l n="42">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><milestone ed="p" n="43" unit="card"/><l n="43"><milestone ed="P" unit="para"/>Ἰδομενεὺς δʼ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν</l><l n="44">Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.</l><l n="45">τὸν μὲν ἄρʼ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ</l><l n="46">νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·</l><l n="47">ἤριπε δʼ ἐξ ὀχέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλε.</l><l n="48"><milestone ed="P" unit="para"/>τὸν μὲν ἄρʼ Ἰδομενῆος ἐσύλευον θεράποντες·</l><l n="49">υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης</l><l n="50">Ἀτρεΐδης Μενέλαος ἕλʼ ἔγχεϊ ὀξυόεντι</l><l n="51">ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ</l><l n="52">βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·</l><l n="53">ἀλλʼ οὔ οἱ τότε γε χραῖσμʼ Ἄρτεμις ἰοχέαιρα,</l><l n="54">οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο·</l><l n="55">ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος</l><l n="56">πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ</l><l n="57">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,</l><l n="58">ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="59"><milestone ed="P" unit="para"/>Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν</l><l n="60">Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα</l><l n="61">τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·</l><l n="62">ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας</l><l n="63">ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο</l><l n="64">οἷ τʼ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.</l><l n="65">τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων</l><l n="66">βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ</l><l n="67">ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή·</l><l n="68">γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.</l><l n="69"><milestone ed="P" unit="para"/>Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν</l><l n="70">ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ</l><l n="71">ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.</l><l n="72">τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν</l><l n="73">βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·</l><l n="74">ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·</l><l n="75">ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν.</l><l n="76"><milestone ed="P" unit="para"/>Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον</l><l n="77">υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου</l><l n="78">ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ,</l><l n="79">τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,</l><l n="80">πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον</l><l n="81">φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἔξεσε χεῖρα βαρεῖαν·</l><l n="82">αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατʼ ὄσσε</l><l n="83">ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.</l><milestone ed="p" n="84" unit="card"/><l n="84"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·</l><l n="85">Τυδεΐδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη</l><l n="86">ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετʼ Ἀχαιοῖς.</l><l n="87">θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς</l><l n="88">χειμάρρῳ, ὅς τʼ ὦκα ῥέων ἐκέδασσε γεφύρας·</l><l n="89">τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,</l><l n="90">οὔτʼ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων</l><l n="91">ἐλθόντʼ ἐξαπίνης ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·</l><l n="92">πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰζηῶν·</l><l n="93">ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες</l><l n="94">Τρώων, οὐδʼ ἄρα μιν μίμνον πολέες περ ἐόντες.</l><l n="95"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς</l><l n="96">θύνοντʼ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,</l><l n="97">αἶψʼ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,</l><l n="98">καὶ βάλʼ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον</l><l n="99">θώρηκος γύαλον· διὰ δʼ ἔπτατο πικρὸς ὀϊστός,</l><l n="100">ἀντικρὺ δὲ διέσχε, παλάσσετο δʼ αἵματι θώρηξ.</l><l n="101">τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="102">ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·</l><l n="103">βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι</l><l n="104">δήθʼ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με</l><l n="105">ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.</l></q><l n="106"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν,</l><l n="107">ἀλλʼ ἀναχωρήσας πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν</l><l n="108">ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·</l><q><l n="109">ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,</l><l n="110">ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.</l></q><l n="111"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε,</l><l n="112">πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου·</l><l n="113">αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.</l><l n="114">δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="115">κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,</l><l n="116">εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης</l><l n="117">δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη·</l><l n="118">δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν</l><l n="119">ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι</l><l n="120">δηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.</l><milestone ed="p" n="121" unit="card"/></q><l n="121"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,</l><l n="122">γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·</l><l n="123">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="124">θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·</l><l n="125">ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα</l><l n="126">ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·</l><l n="127">ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,</l><l n="128">ὄφρʼ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.</l><l n="129">τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδʼ ἵκηται</l><l n="130">μή τι σύ γʼ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι</l><l n="131">τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="132">ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.</l></q><l n="133"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,</l><l n="134">Τυδεΐδης δʼ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη</l><l n="135">καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·</l><l n="136">δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα</l><l n="137">ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπʼ εἰροπόκοις ὀΐεσσι</l><l n="138">χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·</l><l n="139">τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τʼ οὐ προσαμύνει,</l><l n="140">ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δʼ ἐρῆμα φοβεῖται·</l><l n="141">αἳ μέν τʼ ἀγχιστῖναι ἐπʼ ἀλλήλῃσι κέχυνται,</l><l n="142">αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·</l><l n="143">ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.</l></div></div></body></text></TEI>