<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="498">ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,</l><l n="499">ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα</l><l n="500">ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων.</l><l n="501">τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ</l><l n="502">κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν</l><l n="503">αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,</l><l n="504">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="505">χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·</l><l n="506">Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,</l><l n="507">ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ Ἀπόλλων</l></div></div></body></text></TEI>