τὴν μέν θʼ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ ἐξέταμʼ, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ· ἣ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας. τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν Αἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί. τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα· ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός. τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη, βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν, ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων. τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε, δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·