<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="480">πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν</l><l n="481">δεξιόν· ἀντικρὺ δὲ διʼ ὤμου χάλκεον ἔγχος</l><l n="482">ἦλθεν· ὁ δʼ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς</l><l n="483">ἥ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει</l><l n="484">λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασι·</l><l n="485">τὴν μέν θʼ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ</l><l n="486">ἐξέταμʼ, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ·</l><l n="487">ἣ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας.</l><milestone ed="p" n="488" unit="card"/><l n="488">τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν</l><l n="489">Αἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ</l><l n="490">Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.</l><l n="491">τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον</l><l n="492">βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα·</l><l n="493">ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.</l><l n="494">τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,</l><l n="495">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,</l><l n="496">στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ</l><l n="497">ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο</l><l n="498">ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,</l></div></div></body></text></TEI>