πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη, οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα. ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν. ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι· τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι