<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="461">αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,</l><l n="462">ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.</l><l n="463">τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ</l><l n="464">Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,</l><l n="465">ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα</l><l n="466">τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή.</l><l n="467">νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ</l><l n="468">πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη,</l><l n="469">οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.</l><l n="470">ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη</l><l n="471">ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς</l><l n="472">ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν.</l><l n="473"><milestone ed="P" unit="para"/>ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας</l><l n="474">ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ</l><l n="475">Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος</l><l n="476">γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι·</l><l n="477">τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι</l><l n="478">θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν</l><l n="479">ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.</l></div></div></body></text></TEI>