ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν, ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ. τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων, ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα