τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν, ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ. τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων, ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή. νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη, οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα. ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν. ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι· τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι. πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν δεξιόν· ἀντικρὺ δὲ διʼ ὤμου χάλκεον ἔγχος ἦλθεν· ὁ δʼ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς ἥ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασι· τὴν μέν θʼ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ ἐξέταμʼ, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ· ἣ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας. τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν Αἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί. τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα· ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός. τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη, βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν, ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων. τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε, δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ· Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς, ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ Ἀπόλλων Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας· ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν· οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει. ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο. ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·