<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="458">ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·</l><l n="459">τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,</l><l n="460">ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω</l><l n="461">αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,</l><l n="462">ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.</l><l n="463">τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ</l><l n="464">Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,</l><l n="465">ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα</l><l n="466">τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή.</l><l n="467">νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ</l></div></div></body></text></TEI>