πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον· τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν, ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ. τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων, ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή. νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη, οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα. ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν.