τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν· ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε. πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον· τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν, ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ. τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,