<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="453">ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ</l><l n="454">κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,</l><l n="455">τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν·</l><l n="456">ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.</l><l n="457"><milestone ed="P" unit="para"/>πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν</l><l n="458">ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·</l><l n="459">τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,</l><l n="460">ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω</l><l n="461">αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,</l><l n="462">ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.</l><l n="463">τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ</l><l n="464">Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,</l><l n="465">ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα</l><l n="466">τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή.</l><l n="467">νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ</l><l n="468">πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη,</l><l n="469">οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.</l><l n="470">ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη</l><l n="471">ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς</l><l n="472">ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν.</l><l n="473"><milestone ed="P" unit="para"/>ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας</l><l n="474">ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ</l><l n="475">Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος</l><l n="476">γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι·</l><l n="477">τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι</l><l n="478">θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν</l><l n="479">ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.</l><l n="480">πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν</l><l n="481">δεξιόν· ἀντικρὺ δὲ διʼ ὤμου χάλκεον ἔγχος</l><l n="482">ἦλθεν· ὁ δʼ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς</l><l n="483">ἥ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει</l><l n="484">λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασι·</l><l n="485">τὴν μέν θʼ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ</l><l n="486">ἐξέταμʼ, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ·</l><l n="487">ἣ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας.</l><milestone ed="p" n="488" unit="card"/><l n="488">τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν</l><l n="489">Αἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ</l><l n="490">Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.</l><l n="491">τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον</l><l n="492">βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα·</l><l n="493">ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.</l><l n="494">τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,</l><l n="495">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,</l><l n="496">στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ</l><l n="497">ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο</l><l n="498">ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,</l><l n="499">ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα</l><l n="500">ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων.</l><l n="501">τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ</l><l n="502">κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν</l><l n="503">αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,</l><l n="504">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="505">χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·</l><l n="506">Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,</l><l n="507">ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ Ἀπόλλων</l><l n="508">Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας·</l><q><l n="509">ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης</l><l n="510">Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος</l><l n="511">χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·</l><l n="512">οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο</l><l n="513">μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.</l></q><l n="514"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς</l><l n="515">ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια</l><l n="516">ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.</l><milestone ed="p" n="517" unit="card"/><l n="517"><milestone ed="P" unit="para"/>ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·</l><l n="518">χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι</l><l n="519">κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν</l><l n="520">Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει.</l><l n="521">ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς</l><l n="522">ἄχρις ἀπηλοίησεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι</l><l n="523">κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας</l><l n="524">θυμὸν ἀποπνείων· ὃ δʼ ἐπέδραμεν ὅς ῥʼ ἔβαλέν περ</l><l n="525">Πείροος, οὖτα δὲ δουρὶ παρʼ ὀμφαλόν· ἐκ δʼ ἄρα πᾶσαι</l><l n="526">χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.</l><l n="527"><milestone ed="P" unit="para"/>τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ</l><l n="528">στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός·</l><l n="529">ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος</l><l n="530">ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,</l><l n="531">τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν.</l><l n="532">τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι</l><l n="533">Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες,</l><l n="534">οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν</l><l n="535">ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.</l><l n="536">ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην,</l><l n="537">ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων</l><l n="538">ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.</l><l n="539"><milestone ed="P" unit="para"/>ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,</l><l n="540">ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ</l><l n="541">δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη</l><l n="542">χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·</l><l n="543">πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ</l><l n="544">πρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο.</l></div><div type="textpart" subtype="Book" n="5"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη</l><l n="2">δῶκε μένος καὶ θάρσος, ἵνʼ ἔκδηλος μετὰ πᾶσιν</l><l n="3">Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·</l><l n="4">δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ</l><l n="5">ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα</l><l n="6">λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·</l><l n="7">τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,</l><l n="8">ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.</l><l n="9"><milestone ed="P" unit="para"/>ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων</l><l n="10">ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην</l><l n="11">Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.</l><l n="12">τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·</l><l n="13">τὼ μὲν ἀφʼ ἵπποιιν, ὃ δʼ ἀπὸ χθονὸς ὄρνυτο πεζός.</l><l n="14">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες</l><l n="15">Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·</l><l n="16">Τυδεΐδεω δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ</l><l n="17">ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ</l><l n="18">Τυδεΐδης· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,</l><l n="19">ἀλλʼ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δʼ ἀφʼ ἵππων.</l><l n="20">Ἰδαῖος δʼ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,</l><l n="21">οὐδʼ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·</l><l n="22">οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,</l><l n="23">ἀλλʼ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,</l><l n="24">ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.</l><l n="25">ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς</l><l n="26">δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.</l><l n="27">Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος</l><l n="28">τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι,</l><l n="29">πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη</l><l n="30">χειρὸς ἑλοῦσʼ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·</l><q><l n="31">Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα</l><l n="32">οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς</l><l n="33">μάρνασθʼ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,</l><l n="34">νῶϊ δὲ χαζώμεσθα, Διὸς δʼ ἀλεώμεθα μῆνιν;</l></q><l n="35"><milestone ed="P" unit="para"/>ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·</l><l n="36">τὸν μὲν ἔπειτα καθεῖσεν ἐπʼ ἠϊόεντι Σκαμάνδρῳ,</l><l n="37">Τρῶας δʼ ἔκλιναν Δαναοί· ἕλε δʼ ἄνδρα ἕκαστος</l><l n="38">ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="39">ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·</l><l n="40">πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν</l><l n="41">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,</l></div></div></body></text></TEI>