ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων, τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο. οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη· ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη· τὰς διαπέρσαι ὅτʼ ἄν τοι ἀπέχθωνται περὶ κῆρι· τάων οὔ τοι ἐγὼ πρόσθʼ ἵσταμαι οὐδὲ μεγαίρω.