χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει. ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα. ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης, τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν· ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε. πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν