τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν, σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι τεύχεα ποικίλʼ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο. Τρῶες δʼ, ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,