<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="428">νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος</l><l n="429">ἡγεμόνων· οἳ δʼ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης</l><l n="430">τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν,</l><l n="431">σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι</l><l n="432">τεύχεα ποικίλʼ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.</l><l n="433">Τρῶες δʼ, ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ</l><l n="434">μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν</l><l n="435">ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,</l><l n="436">ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·</l><l n="437">οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς,</l></div></div></body></text></TEI>