<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><q><l n="407">παυρότερον λαὸν ἀγαγόνθʼ ὑπὸ τεῖχος ἄρειον,</l><l n="408">πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ·</l><l n="409">κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο·</l><l n="410">τὼ μή μοι πατέρας ποθʼ ὁμοίῃ ἔνθεο τιμῇ.</l></q><l n="411"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·</l><q><l n="412">τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·</l><l n="413">οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν</l><l n="414">ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς·</l><l n="415">τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται εἴ κεν Ἀχαιοὶ</l><l n="416">Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν,</l><l n="417">τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.</l><l n="418">ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.</l></q><l n="419"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·</l><l n="420">δεινὸν δʼ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος</l><l n="421">ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.</l><l n="422"><milestone ed="P" unit="para"/>ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης</l><l n="423">ὄρνυτʼ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος·</l><l n="424">πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα</l><l n="425">χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τʼ ἄκρας</l><l n="426">κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δʼ ἁλὸς ἄχνην·</l><l n="427">ὣς τότʼ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες</l><l n="428">νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος</l><l n="429">ἡγεμόνων· οἳ δʼ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης</l><l n="430">τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν,</l><l n="431">σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι</l><l n="432">τεύχεα ποικίλʼ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.</l><l n="433">Τρῶες δʼ, ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ</l><l n="434">μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν</l><l n="435">ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,</l><l n="436">ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·</l><l n="437">οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς,</l><l n="438">ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δʼ ἔσαν ἄνδρες.</l><l n="439">ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη</l><l n="440">Δεῖμός τʼ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,</l><l n="441">Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,</l><l n="442">ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα</l><l n="443">οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·</l><l n="444">ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ</l><l n="445">ἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν.</l><milestone ed="p" n="446" unit="card"/><l n="446"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,</l><l n="447">σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν</l><l n="448">χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι</l><l n="449">ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.</l><l n="450">ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν</l><l n="451">ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.</l><l n="452">ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες</l><l n="453">ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ</l></div></div></body></text></TEI>