γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τʼ ἀμείνω. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κρατερὸς Διομήδης αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο· τὸν δʼ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο· Ἀτρεΐδη μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν· ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι· ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο παυρότερον λαὸν ἀγαγόνθʼ ὑπὸ τεῖχος ἄρειον, πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ· κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο· τὼ μή μοι πατέρας ποθʼ ὁμοίῃ ἔνθεο τιμῇ. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ· οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς· τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται εἴ κεν Ἀχαιοὶ Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν, τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων. ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς. ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε· δεινὸν δʼ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν. ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης ὄρνυτʼ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος· πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τʼ ἄκρας κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δʼ ἁλὸς ἄχνην· ὣς τότʼ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος ἡγεμόνων· οἳ δʼ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν, σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι τεύχεα ποικίλʼ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο. Τρῶες δʼ, ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν, ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει· οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς, ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δʼ ἔσαν ἄνδρες. ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη Δεῖμός τʼ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα, Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε, ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει· ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ ἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν. οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο, σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει. ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα. ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης, τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν· ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε. πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·