Μαίονʼ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας. τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τʼ ἀμείνω. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κρατερὸς Διομήδης αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο· τὸν δʼ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο· Ἀτρεΐδη μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν· ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι· ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο παυρότερον λαὸν ἀγαγόνθʼ ὑπὸ τεῖχος ἄρειον,