Μαίονʼ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας. τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τʼ ἀμείνω. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κρατερὸς Διομήδης αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο· τὸν δʼ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο· Ἀτρεΐδη μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν·