ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι, μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μʼ ἐᾶσαι· καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ· αἳ γὰρ ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων, τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο. οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη· ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη· τὰς διαπέρσαι ὅτʼ ἄν τοι ἀπέχθωνται περὶ κῆρι· τάων οὔ τοι ἐγὼ πρόσθʼ ἵσταμαι οὐδὲ μεγαίρω. εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι, οὐκ ἀνύω φθονέουσʼ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι. ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον· καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί, καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης, ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις. ἀλλʼ ἤτοι μὲν ταῦθʼ ὑποείξομεν ἀλλήλοισι, σοὶ μὲν ἐγώ, σὺ δʼ ἐμοί· ἐπὶ δʼ ἕψονται θεοὶ ἄλλοι ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν, πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε· αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς, πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι. ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην, βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα. οἷον δʼ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται· τῷ ἐϊκυῖʼ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη, κὰδ δʼ ἔθορʼ ἐς μέσσον· θάμβος δʼ ἔχεν εἰσορόωντας Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς· ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ἦ ῥʼ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ ἔσσεται, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησι Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται. ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε. ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλον Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ, Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι. εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων λαῶν, οἵ οἱ ἕποντο ἀπʼ Αἰσήποιο ῥοάων· ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον. τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν, πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο, ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ. τοῦ κεν δὴ πάμπρωτα παρʼ ἀγλαὰ δῶρα φέροιο, αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντʼ ἀλεγεινῆς. ἀλλʼ ἄγʼ ὀΐστευσον Μενελάου κυδαλίμοιο, εὔχεο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης. ὣς φάτʼ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν· αὐτίκʼ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς ἀγρίου, ὅν ῥά ποτʼ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι βεβλήκει πρὸς στῆθος· ὃ δʼ ὕπτιος ἔμπεσε πέτρῃ. τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει· καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων, πᾶν δʼ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην. καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν. αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δʼ ἕλετʼ ἰὸν ἀβλῆτα πτερόεντα μελαινέων ἕρμʼ ὀδυνάων· αἶψα δʼ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν, εὔχετο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης. ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια· νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον. αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,