<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><q><l n="388">τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,</l><l n="389">ἀλλʼ ὅ γʼ ἀεθλεύειν προκαλίζετο, πάντα δʼ ἐνίκα</l><l n="390">ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.</l><l n="391">οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων</l><l n="392">ἂψ ἄρʼ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες</l><l n="393">κούρους πεντήκοντα· δύω δʼ ἡγήτορες ἦσαν,</l><l n="394">Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,</l><l n="395">υἱός τʼ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης.</l><l n="396">Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε·</l><l n="397">πάντας ἔπεφνʼ, ἕνα δʼ οἶον ἵει οἶκον δὲ νέεσθαι·</l></q></div></div></body></text></TEI>