τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν, ἀλλʼ ὅ γʼ ἀεθλεύειν προκαλίζετο, πάντα δʼ ἐνίκα ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη. οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων ἂψ ἄρʼ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες κούρους πεντήκοντα· δύω δʼ ἡγήτορες ἦσαν, Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν, υἱός τʼ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης. Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε· πάντας ἔπεφνʼ, ἕνα δʼ οἶον ἵει οἶκον δὲ νέεσθαι·