<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><q><l n="385">αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας</l><l n="386">δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.</l><l n="387">ἔνθʼ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς</l><l n="388">τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,</l><l n="389">ἀλλʼ ὅ γʼ ἀεθλεύειν προκαλίζετο, πάντα δʼ ἐνίκα</l><l n="390">ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.</l><l n="391">οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων</l><l n="392">ἂψ ἄρʼ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες</l><l n="393">κούρους πεντήκοντα· δύω δʼ ἡγήτορες ἦσαν,</l><l n="394">Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,</l><l n="395">υἱός τʼ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης.</l><l n="396">Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε·</l><l n="397">πάντας ἔπεφνʼ, ἕνα δʼ οἶον ἵει οἶκον δὲ νέεσθαι·</l><l n="398">Μαίονʼ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.</l><l n="399">τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν</l><l n="400">γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τʼ ἀμείνω.</l><milestone ed="p" n="401" unit="card"/></q><l n="401"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κρατερὸς Διομήδης</l><l n="402">αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο·</l><l n="403">τὸν δʼ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο·</l></div></div></body></text></TEI>