ἔνθʼ αὖτʼ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί. αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης. ἔνθʼ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν, ἀλλʼ ὅ γʼ ἀεθλεύειν προκαλίζετο, πάντα δʼ ἐνίκα ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.