οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον· ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων. οἳ δʼ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο, Ἀσωπὸν δʼ ἵκοντο βαθύσχοινον λεχεποίην, ἔνθʼ αὖτʼ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί. αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης. ἔνθʼ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν, ἀλλʼ ὅ γʼ ἀεθλεύειν προκαλίζετο, πάντα δʼ ἐνίκα ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη. οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων ἂψ ἄρʼ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες κούρους πεντήκοντα· δύω δʼ ἡγήτορες ἦσαν, Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν, υἱός τʼ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης. Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε· πάντας ἔπεφνʼ, ἕνα δʼ οἶον ἵει οἶκον δὲ νέεσθαι· Μαίονʼ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας. τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τʼ ἀμείνω. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κρατερὸς Διομήδης αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο· τὸν δʼ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο· Ἀτρεΐδη μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν· ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι· ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο παυρότερον λαὸν ἀγαγόνθʼ ὑπὸ τεῖχος ἄρειον, πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ· κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο· τὼ μή μοι πατέρας ποθʼ ὁμοίῃ ἔνθεο τιμῇ. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ· οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς· τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται εἴ κεν Ἀχαιοὶ Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν, τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων. ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς. ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε· δεινὸν δʼ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.