<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><q><l n="38">σοὶ καὶ ἐμοὶ μέγʼ ἔρισμα μετʼ ἀμφοτέροισι γένηται.</l><l n="39">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="40">ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι</l><l n="41">τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,</l><l n="42">μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μʼ ἐᾶσαι·</l><l n="43">καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ·</l><l n="44">αἳ γὰρ ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι</l><l n="45">ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,</l><l n="46">τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ</l><l n="47">καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.</l><l n="48">οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης</l></q></div></div></body></text></TEI>