<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><q><l n="378">οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης,</l><l n="379">καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·</l><l n="380">οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον·</l><l n="381">ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.</l><l n="382">οἳ δʼ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,</l><l n="383">Ἀσωπὸν δʼ ἵκοντο βαθύσχοινον λεχεποίην,</l><l n="384">ἔνθʼ αὖτʼ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.</l><l n="385">αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας</l><l n="386">δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.</l><l n="387">ἔνθʼ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς</l></q></div></div></body></text></TEI>