οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης, καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους· οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον· ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων. οἳ δʼ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο, Ἀσωπὸν δʼ ἵκοντο βαθύσχοινον λεχεποίην, ἔνθʼ αὖτʼ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί. αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης. ἔνθʼ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς