ξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων· οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης, καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους· οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον· ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων. οἳ δʼ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο, Ἀσωπὸν δʼ ἵκοντο βαθύσχοινον λεχεποίην,