ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο τί πτώσσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας; οὐ μὲν Τυδέϊ γʼ ὧδε φίλον πτωσκαζέμεν ἦεν, ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι, ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι. ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας