<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="368">καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,</l><l n="369">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="370">ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο</l><l n="371">τί πτώσσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;</l><l n="372">οὐ μὲν Τυδέϊ γʼ ὧδε φίλον πτωσκαζέμεν ἦεν,</l><l n="373">ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,</l><l n="374">ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε</l><l n="375">ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι.</l><l n="376">ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας</l><l n="377">ξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων·</l></q></div></div></body></text></TEI>