<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="366">ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·</l><l n="367">πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.</l><l n="368">καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,</l><l n="369">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="370">ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο</l><l n="371">τί πτώσσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;</l><l n="372">οὐ μὲν Τυδέϊ γʼ ὧδε φίλον πτωσκαζέμεν ἦεν,</l><l n="373">ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,</l><l n="374">ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε</l><l n="375">ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι.</l><l n="376">ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας</l><l n="377">ξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων·</l><l n="378">οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης,</l><l n="379">καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·</l><l n="380">οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον·</l><l n="381">ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.</l><l n="382">οἳ δʼ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,</l><l n="383">Ἀσωπὸν δʼ ἵκοντο βαθύσχοινον λεχεποίην,</l><l n="384">ἔνθʼ αὖτʼ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.</l></q></div></div></body></text></TEI>