εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους. εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι· πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός. καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·