<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><q><l n="359">οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω·</l><l n="360">οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν</l><l n="361">ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τʼ ἐγώ περ.</l><l n="362">ἀλλʼ ἴθι ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ εἴ τι κακὸν νῦν</l><l n="363">εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.</l></q><l n="364"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους.</l><l n="365">εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα</l><l n="366">ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·</l><l n="367">πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.</l><l n="368">καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,</l><l n="369">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="370">ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο</l><l n="371">τί πτώσσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;</l><l n="372">οὐ μὲν Τυδέϊ γʼ ὧδε φίλον πτωσκαζέμεν ἦεν,</l><l n="373">ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,</l><l n="374">ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε</l><l n="375">ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι.</l><l n="376">ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας</l><l n="377">ξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων·</l><l n="378">οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης,</l><l n="379">καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·</l></q></div></div></body></text></TEI>