διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω· οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τʼ ἐγώ περ. ἀλλʼ ἴθι ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ εἴ τι κακὸν νῦν εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους. εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι· πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.