Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα; ὄψεαι αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτʼ ἀνεμώλια βάζεις. τὸν δʼ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον·