νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότʼ Ἀχαιοὶ Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα; ὄψεαι αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτʼ ἀνεμώλια βάζεις. τὸν δʼ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον· διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω· οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τʼ ἐγώ περ. ἀλλʼ ἴθι ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ εἴ τι κακὸν νῦν εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους. εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα