<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><q><l n="338">ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,</l><l n="339">καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον</l><l n="340">τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δʼ ἄλλους;</l><l n="341">σφῶϊν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας</l><l n="342">ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι·</l><l n="343">πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,</l><l n="344">ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.</l><l n="345">ἔνθα φίλʼ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα</l><l n="346">οἴνου πινέμεναι μελιηδέος ὄφρʼ ἐθέλητον·</l><l n="347">νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν</l></q></div></div></body></text></TEI>