<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="334">ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν</l><l n="335">Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.</l><l n="336">τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="337">καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="338">ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,</l><l n="339">καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον</l><l n="340">τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δʼ ἄλλους;</l><l n="341">σφῶϊν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας</l><l n="342">ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι·</l><l n="343">πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,</l><l n="344">ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.</l><l n="345">ἔνθα φίλʼ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα</l><l n="346">οἴνου πινέμεναι μελιηδέος ὄφρʼ ἐθέλητον·</l><l n="347">νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν</l><l n="348">ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.</l></q><l n="349"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><milestone ed="p" n="350" unit="card"/><l n="350">Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;</l><l n="351">πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότʼ Ἀχαιοὶ</l><l n="352">Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;</l><l n="353">ὄψεαι αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ</l><l n="354">Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα</l><l n="355">Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτʼ ἀνεμώλια βάζεις.</l></q><l n="356"><milestone ed="P" unit="para"/>τὸν δʼ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων</l><l n="357">ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον·</l><q><l n="358">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="359">οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω·</l><l n="360">οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν</l><l n="361">ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τʼ ἐγώ περ.</l><l n="362">ἀλλʼ ἴθι ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ εἴ τι κακὸν νῦν</l><l n="363">εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.</l></q><l n="364"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους.</l><l n="365">εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα</l><l n="366">ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·</l><l n="367">πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.</l><l n="368">καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,</l></div></div></body></text></TEI>