ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο. τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος, καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δʼ ἄλλους; σφῶϊν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι· πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο, ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί. ἔνθα φίλʼ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα οἴνου πινέμεναι μελιηδέος ὄφρʼ ἐθέλητον· νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότʼ Ἀχαιοὶ Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα; ὄψεαι αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτʼ ἀνεμώλια βάζεις. τὸν δʼ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον· διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω· οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τʼ ἐγώ περ. ἀλλʼ ἴθι ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ εἴ τι κακὸν νῦν εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους. εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι· πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός. καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,