ἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι μήστωρες ἀϋτῆς· αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς, πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς, ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο. τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος, καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δʼ ἄλλους; σφῶϊν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι· πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο, ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί. ἔνθα φίλʼ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα οἴνου πινέμεναι μελιηδέος ὄφρʼ ἐθέλητον·