<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="328">ἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι μήστωρες ἀϋτῆς·</l><l n="329">αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,</l><l n="330">πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ</l><l n="331">ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,</l><l n="332">ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες</l><l n="333">Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες</l><l n="334">ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν</l><l n="335">Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.</l><l n="336">τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="337">καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l></div></div></body></text></TEI>