<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="326"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ.</l><l n="327">εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον</l><l n="328">ἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι μήστωρες ἀϋτῆς·</l><l n="329">αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,</l><l n="330">πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ</l><l n="331">ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,</l><l n="332">ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες</l><l n="333">Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες</l><l n="334">ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν</l><l n="335">Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.</l><l n="336">τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="337">καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="338">ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,</l><l n="339">καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον</l><l n="340">τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δʼ ἄλλους;</l><l n="341">σφῶϊν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας</l><l n="342">ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι·</l><l n="343">πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,</l><l n="344">ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.</l><l n="345">ἔνθα φίλʼ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα</l><l n="346">οἴνου πινέμεναι μελιηδέος ὄφρʼ ἐθέλητον·</l><l n="347">νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν</l><l n="348">ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.</l></q><l n="349"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><milestone ed="p" n="350" unit="card"/><l n="350">Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;</l><l n="351">πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότʼ Ἀχαιοὶ</l><l n="352">Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;</l><l n="353">ὄψεαι αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ</l><l n="354">Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα</l><l n="355">Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτʼ ἀνεμώλια βάζεις.</l></q><l n="356"><milestone ed="P" unit="para"/>τὸν δʼ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων</l><l n="357">ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον·</l><q><l n="358">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="359">οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω·</l><l n="360">οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν</l><l n="361">ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τʼ ἐγώ περ.</l><l n="362">ἀλλʼ ἴθι ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ εἴ τι κακὸν νῦν</l><l n="363">εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.</l></q><l n="364"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους.</l><l n="365">εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα</l><l n="366">ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·</l><l n="367">πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.</l><l n="368">καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,</l><l n="369">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="370">ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο</l><l n="371">τί πτώσσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;</l><l n="372">οὐ μὲν Τυδέϊ γʼ ὧδε φίλον πτωσκαζέμεν ἦεν,</l><l n="373">ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,</l><l n="374">ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε</l><l n="375">ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι.</l><l n="376">ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας</l><l n="377">ξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων·</l><l n="378">οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης,</l><l n="379">καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·</l><l n="380">οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον·</l><l n="381">ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.</l><l n="382">οἳ δʼ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,</l><l n="383">Ἀσωπὸν δʼ ἵκοντο βαθύσχοινον λεχεποίην,</l><l n="384">ἔνθʼ αὖτʼ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.</l><l n="385">αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας</l><l n="386">δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.</l><l n="387">ἔνθʼ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς</l><l n="388">τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,</l><l n="389">ἀλλʼ ὅ γʼ ἀεθλεύειν προκαλίζετο, πάντα δʼ ἐνίκα</l><l n="390">ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.</l><l n="391">οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων</l><l n="392">ἂψ ἄρʼ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες</l><l n="393">κούρους πεντήκοντα· δύω δʼ ἡγήτορες ἦσαν,</l><l n="394">Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,</l><l n="395">υἱός τʼ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης.</l><l n="396">Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε·</l><l n="397">πάντας ἔπεφνʼ, ἕνα δʼ οἶον ἵει οἶκον δὲ νέεσθαι·</l><l n="398">Μαίονʼ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.</l><l n="399">τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν</l><l n="400">γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τʼ ἀμείνω.</l><milestone ed="p" n="401" unit="card"/></q><l n="401"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κρατερὸς Διομήδης</l><l n="402">αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο·</l><l n="403">τὸν δʼ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο·</l><q><l n="404">Ἀτρεΐδη μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν·</l><l n="405">ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι·</l><l n="406">ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο</l><l n="407">παυρότερον λαὸν ἀγαγόνθʼ ὑπὸ τεῖχος ἄρειον,</l><l n="408">πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ·</l><l n="409">κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο·</l><l n="410">τὼ μή μοι πατέρας ποθʼ ὁμοίῃ ἔνθεο τιμῇ.</l></q><l n="411"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·</l></div></div></body></text></TEI>