ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς· καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ὦ γέρον εἴθʼ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ὥς τοι γούναθʼ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη· ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις