ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες. ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς· καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ὦ γέρον εἴθʼ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ὥς τοι γούναθʼ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη· ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·